Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.25 Dem. 25.28 (English) >>Dem. 25.31

25.27καὶ τί δεῖ λέγειν ὅτι τοῖς νόμοις ἅπαντα κοσμεῖται καὶ τῷ τούτοις πείθεσθαι; ἀλλʼ ὑμεῖς αὐτοὶ πάντων ἄρτι κληρουμένων Ἀθηναίων, καὶ πάντων εὖ οἶδʼ ὅτι βουλομένων εἰς τοῦτο λαχεῖν τὸ δικαστήριον, μόνοι δικάζεθʼ ἡμῖν. διὰ τί; ὅτι ἐλάχετε, εἶτʼ ἀπεκληρώθητε· ταῦτα δʼ οἱ νόμοι λέγουσιν. εἶθʼ ὑμεῖς αὐτοὶ κατὰ τοὺς νόμους εἰσεληλυθότες τὸν παρὰ τοὺς νόμους λέγειν πράττειν τι βιαζόμενον λαβόντες ἀφήσετε; καὶ οὐδεὶς ὑμῶν χολὴν οὐδʼ ὀργὴν ἔχων φανήσεται ἐφʼ οἷς βδελυρὸς καὶ ἀναιδὴς ἄνθρωπος βιάζεται τοὺς νόμους; 25.28ὅς, μιαρώτατε πάντων τῶν ὄντων ἀνθρώπων, κεκλειμένης σου τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ὀφλήμασιν, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὸ ἐντὸς τούτων βιάζει καὶ προσέρχει πρὸς ταῦτʼ ἀφʼ ὧν ἀπελαύνουσίν σʼ οἱ νόμοι· ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει δικαίοις, γνώσει δικαστηρίων τριῶν, ἐγγραφῇ θεσμοθετῶν, ἑτέρᾳ πρακτόρων, τῇ τῆς βουλεύσεως, ἣν αὐτὸς διώκεις, γραφῇ, μόνον οὐχ ἁλύσει σιδηρᾷ, ὑποδύει παρὰ ταῦτα καὶ διασπᾷς, καὶ προφάσεις πλάττων καὶ ψευδεῖς αἰτίας συντιθεὶς τὰ κοινὰ δίκαιʼ ἀνατρέψειν οἴει.

25.29καὶ μὴν μέγα καὶ σαφὲς ὑμῖν ἐρῶ παράδειγμα, ὅτι ταῦτʼ οὐδὲ καθʼ ἓν προσήκει παριδεῖν. εἰ γάρ τις αὐτίκα δὴ μάλʼ εἴποι ὡς ἐκ τῶν νεωτάτων τῶν πλουσιωτάτων τῶν λελῃτουργηκότων τῶν τοιούτων τι μερῶν ἀφορίσας, τοὺς λέγοντας εἶναι δεῖ, ἀποκτείναιτʼ ἂν αὐτὸν εὖ οἶδʼ ὅτι, ὡς καταλύοντα τὸν δῆμον, καὶ δικαίως ἂν τοῦτο ποιήσαιτε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.25 Dem. 25.28 (English) >>Dem. 25.31

Powered by PhiloLogic